Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι Τριάς Αγία Δόξα Σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (τρεις φορές).
Δόξα Πατρί και Υιώ και Αγίω Πνέυματι... Καὶ νῦν και αεί και εις τον αιώνα του αιώνος Αμην...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (τρείς φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνέυματι... Καὶ νῦν και αεί και εις τον αιώνα του αιώνος Αμην
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
• Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
• ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
• ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
• σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
• ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
• ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
• ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
• ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
• ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
• καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
• μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
• ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
• διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι
• ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
• Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
• ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
• θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
• ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ
• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
• Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
• Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.
• Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε.
• Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.
• Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
• Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.
• Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
• Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐισάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
• καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
• ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
• καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
• ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
• διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
• ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου
• μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
• ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα
• γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
• ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
• δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου
• τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
• ἕνεκα τοῦ ὀνόματός σου Κύριε ζήσεις με
• ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
• καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι
Δοξολογία Μικρὰ
• Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
• Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.
• Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα.
• Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
• Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
• Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
• Καθ' ἑκάστην εσπεραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
• Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
• Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
• Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
• Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
• Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
• Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τους αἰῶνας. Ἀμήν.
• Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
• Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου.
• Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
• Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
• Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη,
ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ·
ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς,
χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.
Ὂν καὶ βλέπων ἐν μήτρᾳ σου,
λαβόντα δούλου μορφήν,
ἐξίσταμαι κραυγάζειν σοι·
χαῖρε, Νύμφη ἀνύμφευτε!
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· (γ') Υπεραγία Θεοτόκε σῶσον ἡμᾶς καὶ σὺν τῇ ἀσωμάτῳ φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἦς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοί. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ' ἦς κατέβη ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,
Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.
χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νὕμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,
χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Β'
Ἤκουσαν οἱ ποιμένες των Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γατρὶ Μαρίας Βοσκηθέντα, ἦν ὑμνοῦντες εἶπον,
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρὼν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοίς.
Χαῖρε, των Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, των ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλη, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί της Παρθένου, τὸν πλάσαντα χειρί τους ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένη,
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, της ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, της τριάδος τους μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα της ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ της βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἡ του βορβόρου ῥυομένη των ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.
Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας του ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,
Χαῖρε, ἀνόρθωσις των ἀνθρώπων,
χαῖρε, κατάπωσις των δαιμόνων.
Χαῖρε, της ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, των εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοῆτον,
χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τους ἐν σκότει,
χαῖρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή του μάννα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ Γῆ της ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος του παρόντος αἰῶνος μεθίστασθαι του ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων, Ἀλληλούϊα.
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Γ'
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,
χαῖρε, τὸ στέφος της ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, των Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὐ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή των γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καί των ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα·
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, των ἀπίστων ἀμφίβολον ἄκουσμα·
χαῖρε, των πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον του ἐπί των Χερουβείμ·
χαῖρε, οἴκημα πανάριστον του ἐπί των Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα·
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις·
χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς της Χριστοῦ βασιλείας·
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα·
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ·
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.
Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα·
χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα·
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι·
χαῖρε, λιμήν του βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον ὁ των ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Δ'
Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας.
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.
χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα,
Χαῖρε, καλὴ κουροτρόφε παρθένων.
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς, ἂν προσφέρωμέν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὦς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν τόκον, ἀνυμνούμέν σε πάντες, ὦς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.
χαῖρε, Ἁγία Ἁγίων μείζων,
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ Πνεύματι.
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,
Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.
χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἦς ἐγείρονται τρόπαια.
χαῖρε, δι' ἦς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὧ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον, (γ') Υπεραγία Θεοτόκε σῶσον ἡμᾶς δεξαμένη τὴν νὺν προσφοράν, ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.
Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δόξα Πατρί και Υιώ και Αγίω Πνέυματι... Καὶ νῦν και αεί και εις τον αιώνα του αιώνος Αμην...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία και η δύναμις και η Δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος νυν και αει και εις τους αιώνας των αιωνων... Ἀμήν.
Ὁ Θεός τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός. Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα Πατρί και Υιώ και Αγίω Πνέυματι...
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
μ' (σαράντα φορές) Κύριε Ελέησον
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα Πατρί και Υιώ και Αγίω Πνέυματι... Καὶ νῦν και αεί και εις τον αιώνα του αιώνος Αμην..
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Κύριε ἐλέησον (γ') καὶ σῶσον και βοηθήσον ἡμᾶς Παναγία Παρθένε.
Εις την εικόνα της Υπεραγίας Θεοτόκου
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εις την εικόνα του Κυρίου Ημών Ιησού Χριστού
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εις την εικόνα της Υπεραγίας Θεοτόκου
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Επi Σoί Χαίρει, Κεχαριτωμένη, Πάσα Η Κτίσις,
Αγγέλων Τό Σύστημα Καί Ανθρώπων Τό Γένος,
Ηγιασμένε Ναέ Καί Παράδεισε Λογικέ,
Παρθενικόν Καύχημα, Εξ Ής Θεός Εσαρκώθη Καί Παιδίον Γέγονεν,
Ο Πρό Αιώνων Υπάρχων Θεός Ημών·
Τήν Γάρ Σήν Μήτραν Θρόνον Εποίησε,
Καί Τήν Σήν Γαστέρα Πλατυτέραν Ουρανών Απειργάσατο.
Επί Σοί Χαίρει, Κεχαριτωμένη, Πάσα Η Κτίσις Δόξα Σοι.
Άγιε Άγγελε, ο εφεστώς της άθλιας μου ψυχής και ταλαίπωρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ εμού δια την ακρασίαν μου· μη δώης χώραν τω πονηρώ δαίμονι κατακυριεύσαι μου τη καταδυναστεία του θνητού του τούτου σώματος· κράτησον της αθλίας και παρειμένης χειρός μου, και οδήγησον με εις οδόν σωτηρίας. Ναι, Άγγελε του θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τας ημέρας της ζωής μου, και εί τι ήμαρτον την σήμερον ημέραν· σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επήρειας του αντικειμένου, ίνα μη εν τίνι αμαρτήματι παροργίσω τον Θεόν· και πρέσβευε υπέρ εμού προς τον Κύριον, του επιστηρίξαι με εν τω φόβω αυτού, και άξιον αναδείξαι με δούλον της αυτού αγαθότητος. Αμήν.
Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου' ευλογημένη Συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες, των ψυχών ημών.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ο Αναστάς εκ νεκρων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, τη χάρη του Ζωοδόχου Ταφου, ικεσιαις του τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, των εν ασκήσει καί ἀθλήσει διαλαμψάντωντῶν, του ενδόξου ιερομάρτυρος Ελευθερίου, προστάτου και εφόρου ημών, και της μητός αυτού Ανθίας, των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (του αγίου της ημέρας ) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
• Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
• Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
• Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
• Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
• Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
• Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
• Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
• Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
• Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
• Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
• Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
• Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον,Κύριε, ἐλέησον,Κύριε, ἐλέησον .
Μνὴσθητι, Κὺριε, πὰντων τῶν προκεκοιμημὲνων πατὲρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνὰπαυσον αὐτοῦς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσὼπου σου. Μνὴσθητι, Κὺριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλὼτων, καὶ λὺτρωσαι αὐτοὺς ἀπὸ πὰσης περιστὰσεως. Μνὴσθητι, Κὺριε, τῶν καρποφοροὺντων καὶ καλλιεργοὺντων ἐν ταῖς ἁγὶαις σου Ἐκκλησὶαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρὶαν αἰτὴματα καὶ ζωὴν τὴν αἰὼνιον. Μνὴσθητι, Κὺριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξὶων δοὺλων σου, καὶ φὼτισον ἡμῶν τὸν νοῦν τῶ φωτὶ τῆς γνὼσεὼς σου, καὶ ὁδὴγησον ἡμᾶς ἐν τῆ τρὶβω τῶν ἐντολῶν σου, πρεσβεὶαις τῆς παναχρὰντου σου Μητρὸς, Δεσποὶνης ἡμῶν Θεοτὸκου καὶ ἀειπαρθὲνου Μαρὶας, καὶ πὰντων σου τῶν Ἁγὶων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰὼνων. Ἀμὴν.
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.